καὶ πάλιν:
τῷ δὲ Μάρις θοὸς ἄγγελος ἦλθε δι᾽ οἴκου,
πλήσας δ᾽ ἀργύρεον σκύπφον φέρε, δῶκε δ᾽ ἄνακτι.
ὁμοίως δὲ καὶ Ἀναξίμανδρος ἐν τῇ Ἡρωολογίᾳ ”
καὶ τότε Μάντις μὲν δεσμὸν βοὸς αἴνυτο χερσίν,
Ἴφικλος δ᾽ ἐπὶ νῶτ᾽ ἐπεμαίετο. τῷ δ᾽ ἐπόπισθεν
σκύπφον ἔχων ἑτέρῃ, ἑτέρῃ δὲ σκῆπτρον ἀείρας
ἔστειχεν Φύλακος καὶ ἐνὶ δμώεσσιν ἔειπεν.