τούτων λεχθέντων ἔφη τις τῶν παρόντων: “ παραιτητέον εἰς ταῦτ᾽ ἀποβλέποντάς ἐστι τὸ γαστρίζεσθαι. ' δεῖπνον γὰρ ἀτελὲς οὐ ποιεῖ παροινίαν, ὡς Ἄμφις φησὶν ἐν Πανί, οὐδὲ ὕβρεις καὶ προπηλακισμούς, ὡς Ἄλεξις ἐν Ὀδυσσεῖ ὑφαίνοντι μαρτυρεῖ διὰ τούτων
ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων. [p. 406]
”
φιλεῖ γὰρ ἡ μακρὰ συνουσία
καὶ τὰ συμπόσια τὰ πολλὰ καὶ καθ᾽ ἡμέραν ποιεῖν
σκῶψιν , ἡ σκῶψις δὲ λυπεῖ πλεῖον ἢ τέρπει πολύ.