καλεῖ δέ μοῖρα νύχιος, ἧς κλύειν χρεών,κἀν ἄλλῳ δὲ μέρει φησί:
ἵν᾽ ἔχων ἀποτρέχω πάντα τἀμαυτοῦ κάτω,
τοῦ πουλύποδὸς μοι τὸ κατάλοιπον ἀπόδοτε.'
”
φιλόξενός ποθ᾽, ὡς λέγουσ᾽, ὁ Κυθήριος
ηὔξατο τριῶν σχεῖν τὸν λάρυγγα πήχεων, '
ὅπως καταπίνω φησίν, ὅτι πλεῖστον χρόνον
καὶ πάνθ᾽ ἅμα μοι τὰ βρώμαθ᾽ ἡδονὴν ποῇ.'