οὐ γὰρ τῆς οἰκίας τὸ κάλλος μόνον ἀποθαυμάζουσι. πῶς γὰρ ἤλεκτρον καὶ ἄργυρος καὶ ἐλέφας ἐν τοῖς τοίχοις ἦν; ἀλλὰ τὰ μὲν περὶ τοῦ οἴκου εἰρήκασιν ὥς ἐστι ‘ δώματα ἠχήεντα:’ τοιαῦτα γὰρ δὴ τὰ ὑψόροφα καὶ μεγάλα: περὶ δὲ τῶν σκευῶν τὸ
Ζηνός που τοιήδε γ᾽ Ὀλυμπίου ἔνδοθεν αὐλή.
οἷς εἰκότως ἐπιφέρεται:
χρυσοῦ τ᾽ ἠλέκτρου τε καὶ ἀργύρου ἠδ᾽ ἐλέφαντος.