καὶ Ἄλεξις ἐν Θεοφορήτῳ
ὀπτήσιμον γογγυλίδα ταυτηνὶ φέρω.
ἡ δὲ ταριχευομένη. γογγυλὶς λεπτυντικωτέρα ἐστὶ τῆς ἑφθῆς καὶ μάλιστα ἡ διὰ νάπυος γινομένη, ὥς φησιν ὁ Δίφιλος. 9. κράμβη. Εὔδημος ὁ Ἀθηναῖος ἐν τῷ περὶ λαχάνων κράμβης φησὶν εἶναι γένη τρία, τῆς τε καλουμένης ἁλμυρίδος καὶ λειοφύλλου καὶ σελινούσσης, τῇ δ᾽ ἡδονῇ πρώτην κεκρίσθαι τὴν
λαλῶ Πτολεμαίῳ γογγυλίδος ὀπτῶν τόμους,