Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“‘ λόγῳ εἴχετο. εἴρετο γάρ μιν ἀπὸ τῆς κύλικος κάρφος τῷ μικρῷ δακτύλῳ ἀφαιρετέοντα, εἰ καθορᾷ τὸ κάρφος. φάντος δὲ καθορᾶν ' ἄπο τοίνυν φύσησον αὐτό, ἵνα μὴ πλύνοιτο ὁ δάκτυλός σευ προσαγαγόντος δ᾽ αὐτοῦ τὸ πρόσωπον πρὸς τὴν κύλικα ἐγγυτέρω τὴν κύλικα τοῦ ἑαυτοῦ στόματος ἦγεν, ἵνα δὴ ἡ κεφαλῇ τῇ κεφαλῇ ἀσσοτέρα γένηται. ὡς δ᾽ ἦν οἱ κάρτα πλησίον, προσλαβὼν τῇ χειρὶ ἐφίλησεν. ἐπικροτησάντων δὲ πάντων σὺν γέλωτι καὶ βοῇ ὡς εὖ ὑπηγάγετο τὸν
’”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.