Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ αὐτόν. Τίμων ὁ Φλιάσιος ἐν τῷ τρίτῳ τῶν σίλλων Ἀρίστωνά φησι τὸν Χῖον, Ζήνωνος δὲ τοῦ Κιτιέως γνώριμον, κόλακα γενέσθαι Περσαίου τοῦ φιλοσόφου, ὅτι ἦν ἑταῖρος Ἀντιγόνου τοῦ βασιλέως. Φύλαρχος δὲ ἐν σ᾽ἱστοριῶν’ Νικησίαν φησὶ τὸν Ἀλεξάνδρου κόλακα θεασάμενον τὸν βασιλέα σπαρασσόμενον ὑφ᾽ οὗ εἰλήφει φαρμάκου εἰπεῖν ‘ὦ βασιλεῦ, τί δεῖ ποιεῖν ἡμᾶς, ὅτε καὶ ὑμεῖς οἱ θεοὶ τοιαῦτα πάσχετε;’ καὶ τὸν Ἀλέξανδρον μόλις ἀναβλέψαντα, ‘ποῖοι θεοί;’ φῆσαι, ‘φοβοῦμαι
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.