Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ καὶ χρώμασιν. πρὸς δὲ τούτοις συνόδους κοινὰς
[p. 378]
καὶ θυσίας ἀνδράσι καὶ γυναιξὶ κατείθισαν, ἔτι δὲ χοροὺς παρθένων ὁμοῦ καὶ παίδων, σπεύδοντες τὸ τῆς φύσεως ἀτέραμνον διὰ τῆς τῶν ἐθισμῶν κατασκευῆς ἐξημεροῦν καὶ πραύνειν. ὧν Κυναιθεῖς ὀλιγωρήσαντες εἰς τέλος, καίτοι σκληρότατον παρὰ πολὺ τῆς Ἀρκαδίας ὁμοῦ τῷ τόπῳ καὶ τὸν ἀέρα ἔχοντες, πρὸς αὐτὰς τὰς ἐν ἀλλήλοις παρατριβὰς καὶ φιλοτιμίας ὁρμήσαντες τέλος ἀπεθηριώθησαν οὕτως ὡς μέγιστα ἀσεβήματα παρὰ μόνοις αὐτοῖς γίνεσθαι. καθ᾽ οὓς δὲ καιροὺς
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.