Click on a word to bring up parses, dictionary entries, and frequency statistics
περὶ Πλακούντων καὶ τοῦ πυραμοῦντος καλουμένου, οὐ διαφέρειν λέγων τῆς πυραμίδος καλουμένης: γίνεσθαι γὰρ ταύτην ἐκ πυρῶν πεφωσμένων καὶ
μέλιτι δεδευμένων. αὗται δὲ ἆθλα τίθενται ταῖς παννυχίσι τῷ διαγρυπνήσαντι.57. Χρύσιππος δὲ ὁ Τυανεὺς ἐν τῷ ἐπιγραφομένῳ Ἀρτοκοπικῷ εἴδη πλακούντων καὶ γένη τάδε ἀναγράφει: ‘ Τερεντῖνον, Κρασσιανόν, Τουτιανόν,
[p. 496] Σαβελλικὸν κλοῦστρον, Ἰουλιανόν, Ἀπικιανόν, Κανωπικά, περλούκιδον, Καππαδοκικόν, ἡδύβια, μαρυπτόν, πλίκιον, γουττᾶτον, Μοντιανὸν: τοῦτον, φησί, μάξεις ἐξ οἴνου σκληρόν: εἰ δέ σοι τυρίον παρέσται, ἥμισυ μάξεις ἐξ οἴνου καὶ ἥμισυ ἐκ
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.