τὴν δὲ συναυλίαν τί ποτ᾽ ἐστὶν ἐμφανίζει Σῆμος ὁ Δήλιος ἐν ε# Δηλιάδος γράφων οὕτως: ‘ ἀγνοουμένης δὲ παρὰ πολλοῖς τῆς συναυλίας, λεκτέον. ἦν τις ἀγὼν συμφωνίας ἀμοιβαῖος αὐλοῦ καὶ ῥυθμοῦ, χωρὶς λόγου τοῦ προσμελῳδοῦντος.’ ”
κοινωνεῖ γάρ, ὦ μειρακίδιον,
ἡ 'ν τοῖσιν αὐλοῖς μουσικὴ κἀν τῇ λύρᾳ
τοῖς ἡμετέροισι παιγνίοις. ὅταν γὰρ εὖ
συναρμόσῃ τις τοῖς συνοῦσι τὸν τρόπον,
τόθ᾽ ἡ μεγίστη τέρψις ἐξευρίσκεται.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.