ψωμοκόλακος δὲ μνημονεύει Ἀριστοφάνης ἐν Γηρυτάδῃ οὕτως:
ὅτι εἴμ᾽ ἀλαζὼν τοῦτ᾽ ἐπιτιμᾷς; ἀλλὰ τί;
νικᾷ γὰρ αὕτη τὰς τέχνας πάσας πολὺ
μετὰ τὴν κολακείαν ἥδε μὲν γὰρ διαφέρει.
καὶ Σαννυρίων Ἰοῖ,
ψίθυρός τ᾽ ἐκαλοῦ καὶ ψωμοκόλαξ.
φθείρεσθ᾽ πίτριπτοι ψωμοκόλακες.