Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ Δίφιλος ὁ κωμῳδιοποιός, ὡς καὶ Λυγκεὺς ὁ Σάμιος ἐν τοῖς Ἀπομνημονεύμασιν ἱστορεῖ. ἐν ἀγῶνι οὖν ποτε αὐτὸν ἀσχημονήσαντα σφόδρα ἀρθῆναι
ἐκ τοῦ θεάτρου συνέβη καὶ οὐδὲν ἧττον
λθειν πρὸς τὴν Γνάθαιναν. κελεύοντος οὖν τοῦ Διφίλου ὑπονίψαι τοὺς πόδας αὐτοῦ τὴν Γνάθαιναν, ἡ δὲ ‘τί γάρ, εἶπεν, οὐκ ἠρμένος ἥκεις;’ σφόδρα δ᾽ ἦν εὔθικτος πρὸς τὰς ἀποκρίσεις ἡ Γνάθαινα.
[p. 148] καὶ ἄλλαι δὲ ἑταῖραι μέγα ἐφρόνουν ἐφ᾽ αὑταῖς, παιδείας ἀντεχόμεναι καὶ τοῖς μαθήμασι χρόνον ἀπομερίζουσαι : διόπερ καὶ εὔθικτοι πρὸς τὰς
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.