ἅδεα δὲ ... κυκλώθ᾽ ὁμόφωκτ᾽ ἀνάριθμα
καὶ μελίπακτα τετυγμέν᾽ ἄφθονα σασαμόφωκτα.
τυρακίνας τε γάλακτι καὶ μέλι συγκατάφυρτος ἦς
ἄμυλος πλαθανίτας.
σασαμοτυροπαγῆ δὲ καὶ ζεσελαιοπαγῆ πλατύνετο σασαμόπαστα
πέμματα κἆτ᾽ ἐρέβινθοι κνακοσυμμιγεῖς ἁπαλαῖς θάλλοντες ὥραις,
ᾠὰ τ᾽ ἀμυγδαλίδες τε τᾶν μαλακοφλοίδων ἐτάττετο τρωκτά τε παισὶν
ἁδυεδῆ κάρυ᾽, ἄλλα θ᾽ ὅσσα πρέπει παρὰ θοίναν
ὀλβιόπλουτον ἔμεν, πόσις δ᾽ ἐπεραίνετο κότταβοὶ τε λόγοι τ᾽ ἐπὶ κοινᾶς,
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.