Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“‘
ἀνάγετ᾽, ἀνάγετ᾽, εὐρυχωρίαν ποιεῖτε. τῷ θεῷ θέλει γὰρ
ὁ θεὸς ὀρθὸς ἐσφυδωμένος
διὰ μέσου βαδίζειν.
οἱ δὲ φαλλοφόροι,
φησίν,
προσωπεῖον
μὲν οὐ λαμβάνουσιν,
προπόλιον δ᾽ ἐξ ἑρπύλλου περιτιθέμενοι καὶ παιδέρωτος ἐπάνω τούτου ἐπιτίθενται στέφανον δασὺν ἴων καὶ κιττοῦ:
καυνάκας τε περιβεβλημένοι παρέρχονται οἱ μὲν
ἐκ παρόδου,
οἱ δὲ κατὰ μέσας τὰς θύρας,
βαίνοντες ἐν ῥυθμῷ καὶ λέγοντες:
[p. 354]
σοί, Βάκχε, τάνδε μοῦσαν ἀγλαίζομεν,
ἁπλοῦν ῥυθμὸν χέοντες αἰόλῳ μέλει,
’”