Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ καὶ τούτων ἔτι πρότερον ἡ Πολιτεία τί πεποιήκασιν; καίτοι γε ἔδει καθάπερ τὸν Λυκοῦργον τοὺς Λακεδαιμονίους καὶ τὸν Σόλωνα τοὺς Ἀθηναίους καὶ τὸν Ζάλευκον τοὺς Θουρίους, καὶ αὐτόν, εἴπερ ἦσαν χρήσιμοι, πεῖσαί τινας τῶν Ἑλλήνων αὐτοῖς χρήσασθαι. ' νόμος γάρ ἐστιν,' ὥς φησιν Ἀριστοτέλης, ' λόγος ὡρισμένος καθ᾽ ὁμολογίαν κοινὴν πόλεως, μηνύων πῶς δεῖ πράττειν ἕκαστα ὁ δὲ Πλάτων πῶς οὐκ ἄτοπος,1 τριῶν Ἀθηναίων γενομένων νομοθετῶν τῶν γε δὴ γνωριζομένων, Δράκοντος καὶ αὐτοῦ τοῦ Πλάτωνος καὶ Σόλωνος,
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.