Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ὁ Ῥωμαίων στρατηγός, ὁ τὸν Μιθριδάτην καὶ Τιγράνην καταγωνισάμενος, πρῶτος διεκόμισεν εἰς Ἰταλίαν τὸ φυτὸν τοῦτο ἀπὸ Κερασοῦντος Ποντικῆς πόλεως, καὶ οὗτός ἐστιν ὁ καὶ τὸν καρπὸν καλέσας κέρασον ὁμωνύμως τῇ πόλει, ὡς ἱστοροῦσιν οἱ ἡμέτεροι συγγραφεῖς.’ πρὸς ὃν Δάφνος τίς φησιν ‘ ἀλλὰ μὴν παμπόλλοις χρόνοις πρεσβύτερος Λευκόλλου ἀνήρ ἐλλόγιμος Δίφιλος ὁ Σίφνιος, γεγονὼς κατὰ Λυσίμαχον τὸν βασιλέα—εἷς δὲ οὗτος τῶν Ἀλεξάνδρου διαδόχων—μνημονεύει τῶν κερασίων λέγων ` τὰ κεράσια εὐστόμαχα,
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.