123.
κέστρας τε πέρκας τ᾽ αἰόλας.
ὡς αἰτίας ἡ παραλήγουσα παροξύνεται, ὡς Φιλήμων ἱστορεῖ , ὁμοίως καὶ ταῦτα: τηλία, ταινία, οἰκία, τὴν σηπίαν δὲ Ἀριστοτέλης πόδας ἔχειν ὀκτώ, ὧν τοὺς ὑποκάτω δύο μεγίστους, προβοσκίδας δύο καὶ μεταξὺ αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ τὸ στόμα, ἔχει δὲ καὶ ὀδόντας δύο τὸν μὲν [p. 454] ἄνω, τὸν δὲ κάτω καὶ τὸ λεγόμενον ὄστρακον ἐν
σηπία. Ἀριστοφάνης Δαναίσι:
καὶ ταῦτ᾽ ἔχοντα σηπίας καὶ πουλύπους.