Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Περσικοῖς καὶ Λυκέας ὁ Ναυκρατίτης ἐν τρίτῃ Αἰγυπτιακῶν τὴν Νειτῆτιν Κύρῳ πεμφθῆναί φασιν ὑπὸ Ἀμάσιδος: ἐξ ἧς γεννηθῆναι τὸν Καμβύσην, ὃν ἐκδικοῦντα τῇ μητρὶ ἐπ᾽ Αἴγυπτον ποιήσασθαι στρατείαν. Δοῦρις δ᾽ ὁ Σάμιος καὶ πρῶτον: γενέσθαι πόλεμόν φησι δύο γυναικῶν τὸν Ὀλυμπιάδος καὶ Εὐρυδίκης: ἐν ᾧ τὴν μὲν βακχικώτερον μετὰ τυμπάνων προελθεῖν, τὴν δ᾽ Εὐρυδίκην Μακεδονικῶς καθωπλισμένην, ἀσκηθεῖσαν τὰ πολεμικὰ παρά Κύννῃ τῇ Ἰλλυρίδι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.