Σῆμος δ᾽ ἐν πέμπτῃ Δηλιάδος ἀνακεῖσθαί φησιν ἐν Δήλῳ χρυσῆν ἡδυποτίδα Ἐχενίκης ἐπιχωρίας γυναικός, ἧς μνημονεύει καὶ ἐν τῇ η. Κρατῖνος δ᾽ ὁ νεώτερός φησι:
ψυκτῆρα,1 κύαθον, κυμβία, ῥυτὰ τέτταρα,
ἡδυποτίδας τρεῖς, ἡθμὸν ἀργυροῦν.
38. Ἡράκλειον. Πείσανδρος ἐν δευτέρῳ Ἡρακλείας
παρ᾽ Ἀρχεφῶντος ἡδυποτίδας δώδεκα.