Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ ἂν ἀπομνημονεύσω τὸν τῶν καλῶν γυναικῶν κατάλογον.
58. Κλέαρχος γὰρ περὶ Ἐπαμινώνδου φησὶν οὕτως: ‘Ἐπαμινώνδας δ᾽ ὁ Θηβαῖος σεμνότερον
[p. 184] μὲν τούτων, οὐκ εὐσχημόνως δὲ περὶ τὰς ὁμιλίας ἐσφάλλετο τὴν γνώμην, εἴ τις θεωροίη τὰ πραχθέντα αὐτῷ περὶ τὴν Λάκωνος γυναῖκα.’ Ὑπερείδης δ᾽ ὁ ῥήτωρ ἐκ τῆς πατρῴας οἰκίας τὸν υἱὸν ἀποβαλὼν Γλαύκιππον Μυρρίνην τὴν πολυτελεστάτην ἑταίραν ἀνέλαβε, καὶ ταύτην
μὲν ἐν ἄστει
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.