Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τινος εἰπόντος ‘ εἶδος ὀρνέου’ ῾ ἔθος δὲ γραμματικῶν παισὶν περ πάντων τῶν προβαλλομένων λέγειν, εἶδος φυτοῦ, εἶδος ὀρνέου, εἶδος λίθου᾽, ὁ Λαρήνσιος ἔφη: ‘ καὶ αὐτός, ἀνδρῶν λῷστε, ὅτι ὁ χαρίεις Ἀριστοφάνης ἐν τοῖς Ὄρνισι μνημονεύει ἐν τούτοις οἶδα: ' πορφυρίωνι καὶ πελεκᾶντι καὶ πελεκίνῳ καὶ φλέξιδι καὶ τέτρακι καὶ ταὧνι.2` ζητῶ δ᾽ ἐγὼ παρ᾽ ὑμῶν μαθεῖν εἰ καὶ παρ᾽ ἄλλῳ, τινὶ αὐτοῦ τις γίνεται μνήμη. Ἀλέξανδρος γὰρ ὁ Μύνδιος ἐν δευτέρῳ περὶ πτηνῶν ζῴων οὐ τοῦ ὄρνιθος τοῦ μεγάλου μνημονεύει, ἀλλά τινος
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.