26. βατὶς. Βάτραχος. βάτος. τῆς μὲν οὖν βατίδος καὶ τοῦ βατράχου μνημονεύει Ἀριστοτέλης ἐν τοῖς περὶ ζῴων καταριθμῶν αὐτὰ ἐν τοῖς σελάχεσιν. Εὔπολις δ᾽ ἐν Κόλαξί φησι:
κίθαρος ὀπτὸς καὶ βατὶς θύννου τε κεφάλαιον τοδί,
ἐγχέλεια, κάραβοι, λινεύς, ἄχαρνος οὑτοσί.
καὶ Ἐπίχαρμος ἐν Ἥβας γάμῳ:
παρὰ τῷδε Καλλίᾳ πολλὴ θυμηδία,
ἵνα πάρα μὲν κάραβοι καὶ βατίδες καὶ λαγῲ
καὶ γυναῖκες εἱλίποδες.
”
ἦν δὲ νάρκαι, βατίδες, ἦν δὲ καὶ ζύγαιναι, πρήστιες,