τούτων οὖν ἃ μὲν καθάπαξ περιγραπτέον, οἷς δὲ συμμέτρως χρηστέον ὥσπερ ἀναθήμασί τισι μικρὸν προσαποβλέψαντας, καθάπερ Ὅμηρος εἴρηκεν
αὐτὰρ ἐπεὶ σπεῖσάν τ᾽ ἔπιόν θ᾽ ὅσον ἤθελε θυμός.
9. τὸ δ᾽ ὅλον τὸ πρὸς τὰ τοιαῦτα νενευκὸς τοῖς μνηστῆρσι καὶ τοῖς Φαίαξιν ἔνειμεν, ἀλλ᾽ οὐχὶ
μολπὴ τ᾽ ὀρχηστύς τε: τὰ γάρ τ᾽ ἀναθήματα δαιτός.