διάφοροι δ᾽ ἀμυγδάλαι γίνονται κἀν Κύπρῳ τῇ νήσῳ: παρὰ γὰρ τὰς ἀλλαχόθεν καὶ ἐπιμήκεις εἰσὶ καὶ κατὰ τὸ ἄκρον ἐπικαμπεῖς. Λάκωνας δὲ Σέλευκος ἐν Γλώσσαις φησὶ καλεῖν τὰ μαλακὰ κάρυα μυκήρους, Τηνίους δὲ τὰ γλυκέα κάρυα. Ἀμερίας δέ φησι μύκηρον τὴν ἀμυγδάλην καλεῖσθαι.
τοὺς δὲ γομφίους
ἅπαντας ἐξέκοψεν, ὥστ᾽
οὐκ ἂν δυναίμην Ναξίαν
ἀμυγδάλην κατᾶξαι.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Φρύνιχος
[p. 228]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.