Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τῶν χειρῶν ὄνυχας βελόναις ἀνεῖλον αὐτούς, καὶ τελευτησάντων τὰ μὲν ὀστᾶ κατέκοψαν ἐν ὅλμοις, τὰ δὲ λοιπὰ κρεανομησάμενοι ἐπηράσαντο τοῖς μὴ γευσαμένοις αὐτῶν: ὅθεν πρὸς τὴν ἀνόσιον ἀρὰν κατήλεσαν αὐτῶν τὰς σάρκας, ἵν᾽ ἡ τροφὴ σιτοποιουμένων κατεδεσθῇ: τὰ δὲ λείψανα κατεπόντωσαν. αὐτὸς δὲ Διονύσιος τέλος μητραγυρτῶν καὶ τυμπανοφορούμενος: οἰκτρῶς τὸν βίον κατέστρεψεν. εὐλαβητέον οὖν τὴν καλουμένην τρυφὴν οὖσαν τῶν βίων ἀνατροπὴν ἁπάντων τε ὀλέθριον ἡγεῖσθαι τὴν ὕβριν.’ 59. Διόδωρος δ᾽ ὁ Σικελιώτης ἐν τοῖς περὶ
[p. 452]
Βιβλιοθήκης
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.