δελφάκων δὲ σιτευτῶν ὁ φλυακογράφος Σώπατρος ἐν Βακχίδος Γάμῳ οὕτως:
ἄτριχας, οἰέτεας, λαγάνοις κατὰ νῶτον ἐίσας.
δελφάκια δὲ Αἰσχίνης εἴρηκεν ἐν Ἀλκιβιάδῃ οὕτως: ‘ὥσπερ αἱ καπηλίδες τὰ δελφάκια τρέφουσιν.’ Ἀντισθένης δ᾽ ἐν Φυσιογνωμονικῷ: ‘ καὶ γὰρ ἐκεῖναι τὰ δελφάκια πρὸς βίαν [p. 22] χορτάζουσιν.’ καὶ ἐν Προτρεπτικῷ δέ: ‘ ἀντὶ δελφακίων τρέφεσθαι.’ δέλφακα δὲ ἀρσενικῶς εἴρηκεν
εἴ που κλίβανος ἦν, πολὺ δέλφαξ σιτευτὸς ἔγρυξεν.