Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“‘ ἀνδρῶν εἶναι, καὶ μάλιστα μὲν ὑπὸ τῆς πόλεως δημοσίᾳ κατεσκευασμένον, εἰ δὲ μή, δεδομένον κατασκευάσασθαι. πάλιν δ᾽ ὅταν ἐξετάσῃ Πυθιονίκης τῆς ἑταίρας ὄν, τίνα χρὴ προσδοκίαν λαβεῖν αὐτόν;’ Θεόπομπος δ᾽ ἐν τῇ πρὸς Ἀλέξανδρον Ἐπιστολῇ τὴν Ἁρπάλου διαβάλλων ἀκολασίαν φησὶν ‘ ἐπίσκεψαι δὲ καὶ διάκουσον σαφῶς παρὰ τῶν ἐκ Βαβυλῶνος ὃν τρόπον Πυθιονίκην περιέστειλεν τελευτήσασαν, ἣ Βακχίδος μὲν ἦν δούλη τῆς αὐλητρίδος, ἐκείνη δὲ Σινώπης τῆς Θρᾴττης τῆς ἐξ Αἰγίνης Ἀθήναζε μετενεγκαμένης τὴν
[p. 208]
’”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.