Click on a word to bring up parses, dictionary entries, and frequency statistics
κρήιον πλακοῦς, ἄρτος, ὃν Ἀργεῖοι παρὰ τῆς νύμφης πρὸς τὸν νυμφίον φέρουσιν. ‘ὀπτᾶται δ᾽ ἐν ἄνθραξιν, καὶ καλοῦνται ἐπ᾽ αὐτὸν οἱ φίλοι, παρατίθεται δὲ μετὰ μέλιτος,’ ὥς φησιν Φιλίτας ἐν Ἀτάκτοις.
γλυκίνας ὁ διὰ γλυκέος καὶ ἐλαίου πλακοῦς παρὰ Κρησίν, ὥς φησι Σέλευκος ἐν Γλώσσαις.
ἐμπέπτας, ὁ αὐτός φησι, πύρινος ἄρτος κοῖλος καὶ σύμμετρος, ὅμοιος ταῖς λεγομέναις κρηπῖσιν, εἰς ἃς ἐντίθενται τὰ διὰ τυροῦ σκευαζόμενα πλακούντια.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.