Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ὅπως ἀδεῆ καὶ ἀθαύμαστον πρὸς τἄλλα τὴν διάθεσιν τῆς ψυχῆς ἔχοντες οἱ ἄνθρωποι ὅσα μήτε καλά ἐστι μήτε αἰσχρὰ τοῖς μὲν κατὰ φύσιν ὡς ἐπὶ πολὺ χρῶνται, τῶν δ᾽ ἐναντίων μηδὲν ὅλως δεδοικότες λόγῳ καὶ μὴ φόβῳ τούτων ἀπέχωνται. οὐδὲν γὰρ ἡ φύσις ἐκβέβληκεν ἐκ τοῦ κόσμου τῶν εἰρημένων, ἀλλ᾽ ἐποίησεν ὑπογείους αὐτῶν φλέβας
[p. 50] πολύπονον καὶ χαλεπὴν ἐχούσας ἐργασίαν, ὅπως οἱ περὶ ταῦτα σπουδάζοντες ὀδυνώμενοι μετίωσι τὴν κτῆσιν, καὶ οὐχ οἱ μεταλλεύοντες μόνοι ἀλλὰ καὶ οἱ τὰ μεταλλευθέντα συναγείροντες μυρίοις μόχθοις θηρεύωσι τὴν περίβλεπτον ταύτην πολυκτησίαν.
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.