τοῖσι χοροῖς αὐτὸς τὰ σχήματ᾽ ἐποίουν. καὶ πάλιν:
καὶ Τέλεσις δὲ ἢ Τελέστης ὁ ὀρχηστοδιδάσκαλος πολλὰ ἐξεύρηκε σχήματα, ἄκρως ταῖς χερσὶ τὰ λεγόμενα δεικνύς. Φίλλις ὁ Δήλιος μουσικὸς τοὺς ἀρχαίους φησὶ κιθαρῳδοὺς κινήσεις ἀπὸ μὲν τοῦ προσώπου μικρὰς φέρειν, ἀπὸ ποδῶν δὲ
τοὺς Φρύγας οἶδα θεωρῶν,
ὅτε τῷ Πριάμῳ συλλυσόμενοι τὸν παῖδ᾽ ἦλθον
τεθνεῶτα,
πολλὰ τοιαυτὶ καὶ τοιαυτὶ καὶ δεῦρο σχηματίσαντες.