Δρόμων δ᾽ ἐν Ψαλτρίᾳ:
ὁ γοῦν Τιθύμαλλος ἀθάνατος περιέρχεται.
Τιμοκλῆς Κενταύρῳ ἢ Δεξαμενῷ:
ὑπερῃσχυνόμην
μέλλων ἀσύμβολος πάλιν δειπνεῖν πάνυ
αἰσχρὸν γάρ. Β. ἀμέλει: τὸν Τιθύμαλλον γοῦν ἀεὶ [p. 82]
ἐρυθρότερον κόκκου περιπατοῦντ᾽ ἔσθ᾽ ὁρᾶν
οὕτως ἐρυθριᾷ συμβολὰς οὐ κατατιθείς.
ἐν δὲ Καυνίοις: ”
τιθύμαλλον αὐτὸν καὶ παράσιτον ἀποκαλῶν.