Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ταῖς ἡδοναῖς ταῖς περὶ τὰ ἀφροδίσια, αἳ δὴ μέγισται δοκοῦσιν εἶναι, καὶ τὸ ἐπιορκεῖν συγγνώμην εἴληφεν παρὰ θεῶν, ὡς καθάπερ παίδων τῶν ἡδονῶν νοῦν οὐδὲ τὸν ὀλίγιστον κεκτημένων.’ ἐν δὲ τῷ ὀγδόῳ τῆς Πολιτείας ὁ αὐτὸς Πλάτων πρότερος ὑπέδειξε τὸ ὑπὸ τῶν Ἐπικουρείων
[p. 300] θρυλούμενον, ὅτι ‘ τῶν ἐπιθυμιῶν αἱ μέν εἰσι φυσικαὶ καὶ ἀναγκαῖαι, αἱ δὲ φυσικαὶ μέν, οὐκ ἀναγκαῖαι δέ, αἱ δὲ οὔτε φυσικαὶ οὔτε ἀναγκαῖαι,’ γράφων οὕτως: ‘ ἆρ᾽ οὖν οὐχὶ ἡ τοῦ φαγεῖν μέχρις ὑγιείας
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.