Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τοῦ βουκολοῦντος αὐτάς Λαρῖνος δ᾽ οὗτος ἐκαλεῖτο. 19. εἰσαχθέντος δὲ ἡμῖν ποτε καὶ δέλφακος, οὗ τὸ μὲν ἥμισυ κραμβαλέον ἦν ἐπιμελῶς πεποιημένον, τὸ δὲ ἥμισυ ὡς ἂν ἐξ ὕδατος ἡψημένον τακερῶς, καὶ πάντων θαυμαζόντων τοῦ μαγείρου τὴν σοφίαν, μέγα φρονῶν ἐκεῖνος ἐπὶ τῇ τέχνῃ ἔφη:
“ ἀλλὰ μὴν οὐδὲ τὴν σφαγὴν ἔχει τις ὑμῶν ἐπιδεῖξαι ὅπου ἐγένετο ἢ πῶς αὐτοῦ ἡ γαστήρ πεπλήρωται παντοίων ἀγαθῶν, καὶ γὰρ κίχλας ἐν ἑαυτῷ ἔχει
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.