ἐν δὲ ταῖς εὐφρόναις:
ὦ Βυκχί: φάρμακον δ᾽ ἄριστον
οἶνον ἐνεικαμένοις μεθύσθην.
καὶ καθόλου δὲ συμβουλεύων φησὶν
νῦν χρὴ μεθύσθην καί τινα πρὸς βίαν
πώνην, ἐπειδὴ κάτθανε Μυρσίλος.
πῶς οὖν ἔμελλεν ὁ ἐπὶ τοσοῦτον φιλοπότης νηφάλιος εἶναι καὶ καθ᾽ ἕνα καὶ δύο κυάθους πίνειν; αὐτὸ γοῦν τὸ ποιημάτιον, φησὶ Σέλευκος, ἀντιμαρτυρεῖ τοῖς οὕτως ἐκδεχομένοις. φησὶ γάρ: ”
μηδὲν ἄλλο φυτεύσῃς πρότερον δένδριον ἀμπέλω. [p. 450]