ῥίζας δὲ λέγει Νίκανδρος τὰ ὑπ᾽ Ἀλεξανδρέων κολοκάσια καλούμενα: ὡς ὁ αὐτός:
εἰς χέρας ἠιθέοισι πάλαι ποθέουσιν ὀρέξῃς.
ῥίζας δὲ ἐν θοίνῃσιν ἀφεψήσας προτίθημι.
ἐστὶ δ᾽ ἐν Σικυῶνι Κολοκασίας Ἀθηνᾶς ἱερόν. ἐστὶ δὲ καὶ κιβώριον εἶδος ποτηρίου. 2. Θεόφραστος δ᾽ ἐν τῷ περὶ φυτῶν οὕτω γράφει:
κυάμου λέψας κολοκάσιον ἐντμήξας τε.