Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἁλμυρίδα. ‘ φύεται δ᾽ ἐν Ἐρετρίᾳ καὶ Κύμῃ καὶ Ῥόδῳ, ἔτι δὲ Κνίδῳ καὶ Ἐφέσῳ: ἡ δὲ λειόφυλλος ἀνὰ πᾶσαν,’ φησί, ‘ χώραν γίγνεται. ἡ δὲ σελινοῦσσα τὴν ὀνομασίαν ἔχει διὰ τὴν οὐλότητα: ἐμφερὴς γάρ ἐστι σελίνῳ καὶ κατὰ τὴν ἄλλην πύκνωσιν.’ Θεόφραστος δὲ οὕτως γράφει: ‘ τῆς δὲ ῥαφάνου λέγω δὲ τὴν κράμβην ἡ μέν ἐστιν οὐλόφυλλος, ἡ δὲ ἀγρία’ Δίφιλος δ᾽ ὁ Σίφνιός φησι: ‘ κράμβη δὲ καλλίστη γίνεται καὶ γλυκεῖα ἐν Κύμῃ, ἐν δὲ Ἀλεξανδρείᾳ πικρά, τὸ δ᾽ ἐκ Ῥόδου φερόμενον σπέρμα εἰς Ἀλεξάνδρειαν ἐπὶ ἐνιαυτὸν γλυκεῖαν ποιεῖ τὴν κράμβην, μεθ᾽ ὃν χρόνον πάλιν ἐπιχωριάζει.’ Νίκανδρος δ᾽ ἐν Γεωργικοῖς:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.