Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μετ᾽ αὐλῶν καὶ στεφάνων εἰς τὰ δεῖπνα περιφερομένῳ ἐστεφανωμένων καὶ τῶν φερόντων αὐτὸν καλούμενόν τε ἀκκιπήσιον. ἀλλ᾽ οὗτος μὲν μικρὸς καὶ μακρορυγχότερός ἐστι καὶ τῷ σχήματι τρίγωνος ἐκείνων μᾶλλον τούτων δ᾽ ὁ εὐτελέστατος καὶ μικρότατος οὐχ ἧττον Ἀττικῶν χιλίων πιπράσκεται. Ἀπίων δ᾽ ὁ γραμματικὸς ἐν τῷ περὶ τῆς Ἀπικίου τρυφῆς τὸν ἔλοπα καλούμενον τοῦτόν φησιν εἶναι τὸν ἀκκιπήσιον. ἀλλ᾽ ὅ γε Ἀρχέστρατος περὶ τοῦ Ῥοδιακοῦ γαλεοῦ λέγων τοῖς ἑταίροις πατρικῶς πως συμβουλεύων φησίν:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.