Σιληνὸς δ᾽ ἐν ταῖς Γλώσσαις φησὶν ‘Ἴσθμιον στέφανον.’ Φιλίτας δέ φησι: ‘Ἴσθμιος στέφανος ἤγουν ὁμωνυμία ἀμφοτέρωθι οἷον τῆς κεφαλῆς καὶ τοῦ πρώτου κόσμος. λέγω δὲ τὸ ἐπὶ τοῦ φρέατος καὶ τοῦ ἐγχειριδίου ἴσθμιον.’ Τιμαχίδας δὲ καὶ Σιμμίας οἱ Ῥόδιοι ἀποδιδόασιν ἓν ἀνθ᾽ ἑνὸς ”
τί οὖν ποιῶμεν; χλανίδ᾽ ἐχρῆν λευκὴν λαβεῖν:
εἶτ᾽ Ἰσθμιακὰ λαβόντες ὥσπερ οἱ χοροὶ
ᾁδωμεν εἰς τὸν δεσπότην ἐγκώμιον. [p. 126]
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.