ἦλθον μακρὴν θάλασσαν οὐκ ἄγων σῦκαὅτι δὲ καὶ τὰ ἀπὸ Καύνου τῆς Καρίας ἐπαινεῖται κοινόν. ὀξαλείων δὲ σύκων οὕτως καλουμένων μνημονεύει Ἡρακλέων ὁ Ἐφέσιος καὶ Νίκανδρος ὁ Θυατειρηνὸς παρατιθέμενοι Ἀπολλοδώρου τοῦ Καρυστίου ἐκ δράματος Προικιζομένης ἱματιοπώλιδος τάδε:
Καναῖα φόρτον.
’
πλὴν τὸ γ᾽ οἰνάριον πάνυ
ἦν ὀξὺ καὶ πονηρόν, ὥστ᾽ ᾐσχυνόμην.
τὰ λοιπὰ μὲν γὰρ ὀξαλείους χωρία