καὶ πάλιν
Τηρεὺς γὰρ εἶ σύ; πότερον ὄρνις ἢ ταὧς;
λέγουσι δὲ καὶ τὴν δοτικὴν ταωνι, ὡς ἐν τῷ αὐτῷ Ἀριστοφάνης, ἀμήχανον δὲ παρὰ Ἀττικοῖς καὶ Ἴωσιν ἐν τοῖς ὑπὲρ μίαν συλλαβὴν ὀνόμασι τὴν τελευτῶσαν ἀπὸ φωνήεντος ἀρχομένην δασύνεσθαι.
ὄρνις δῆτα. τίς ποτ᾽ ἐστίν; οὐ δήπου ταὧς; [p. 300]