λέγοντες; “ὦ κάλλιστον Ἡρακλεῖ λάταξ.”τοῦτο δὲ ‘λέγοντες’ παρ᾽ ὅσον τῶν ἐρωμένων ἐμέμνηντο ἀφιέντες ἐπ᾽ αὐτοῖς τοὺς λεγομένους κοσσάβους, διὸ καὶ Σοφοκλῆς ἐν Ἰνάχῳ Ἀφροδισίαν εἴρηκε τὴν λάταγα:
καὶ Εὐριπίδης ἐν Πλεισθένει: [p. 80]
ξανθὴ δ᾽ Ἀφροδισία λάταξ
πᾶσιν ἐπεκτύπει δόμοις.
καὶ Καλλίμαχος δέ φησι:
πολὺς δὲ κοσσάβων ἀραγμὸς Κύπριδος
προσῳδὸν ἀχεῖ μέλος ἐν δόμοισιν.
πολλοὶ καὶ φιλέοντες Ἀκόντιον ἧκαν ἔραζε