Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ εἰσὶ βελτίους. ὁ δὲ Τιμόθεος καὶ σκωπτόμενός ποτε ὅτι τοιαύτης εἴη μητρὸς ‘καὶ χάριν γε αὐτῇ, φησίν, οἶδα, ὅτι δι᾽ αὐτὴν Κόνωνός εἰμι
[p. 116]
υἱός.’ Φιλέταιρον δὲ τὸν Περγάμου καὶ τῆς Καινῆς ταύτης λεγομένης βασιλεύσαντα χώρας Βόας αὐλητρίδος, ἑταίρας τὸ γένος ἀπὸ Παφλαγονίας, υἱόν φησι γενέσθαι Καρύστιος ἐν Ἱστορικοῖς Ὑπομνήμασιν. Ἀριστοφῶν δ᾽ ὁ ῥήτωρ, ὁ τὸν νόμον εἰσενεγκὼν ἐπ᾽ Εὐκλείδου ἄρχοντος ὃς ἂν μὴ ἐξ ἀστῆς γένηται νόθον εἶναι, αὐτὸς ἀπεδείχθη
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.