Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
Λυσίας δ᾽ ἐν τῷ περὶ τοῦ χρυσοῦ τρίποδος, εἰ γνήσιος ὁ λόγος: ‘ἀργυρώματά τε ἢ χρυσώματα ἔτι ἦν διδόναι.’ οἱ δ᾽ ἑλληνίζοντες λέγειν δεῖν φασιν ἀργυροῦν κόσμον καὶ χρυσοῦν κόσμον.’ 19. τοσαῦτα εἰπόντος τοῦ Αἰμιλιανοῦ ὁ Ποντιανὸς ἔφη: ‘ σπάνιος γὰρ ὄντως ἦν τὸ παλαιὸν παρὰ τοῖς Ἕλλησιν ὁ μὲν χρυσὸς καὶ πάνυ, ὁ δὲ ἄργυρος ὀλίγος ἦν ἐν τοῖς μετάλλοις. διὸ καὶ Φίλιππον τὸν τοῦ μεγάλου βασιλέως Ἀλεξάνδρου πατέρα φησὶν Δοῦρις ὁ Σάμιος φιάλιον χρυσοῦν κεκτημένον
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.