Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ εἶναί φησι μεγάλα, κυβίων δὲ μνημονεύει Ποσείδιππος ἐν Μεταφερομένῳ. Εὐθύδημος ἐν τῷ περὶ ταρίχων τὸν δελκανόν φησιν ἰχθὺν ὀνομάζεσθαι ἀπὸ Δέλκωνος τοῦ ποταμοῦ, ἀφ᾽ οὗπερ καὶ ἁλίσκεσθαι, καὶ ταριχευόμενον εὐστομαχώτατον εἶναι. Δωρίων δ᾽ ἐν τῷ περὶ ἰχθύων τὸν λεβίαν ὀνομάζων φησὶ λέγειν τινὰς ὡς ὁ αὐτός ἐστι τῷ δελκανῷ, τὸν δὲ κορακῖνον ὑπὸ πολλῶν λέγεσθαι σαπέρδην καὶ εἶναι κράτιστον τὸν ἐκ τῆς Μαιώτιδος λίμνης,
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.