βόσκει λινουλκὸς χλαῖνα, θήραγρος πέδη.75. Θεοδέκτην δὲ τὸν Φασηλίτην φησὶν Ἕρμιππος ἐν τοῖς περὶ τῶν Ἰσοκράτους μαθητῶν ἱκανώτατον γεγονέναι ἀνευρεῖν τὸν προβληθέντα γρῖφον καὶ αὐτὸν προβαλεῖν ἑτέροις ἐπιδεξίως, οἷον τὸν περὶ τῆς σκιᾶς, ἔφη γὰρ εἶναί τινα φύσιν, ἣ περὶ τὴν γένεσιν καὶ φθίσιν ἐστὶ μεγίστη, περὶ δὲ τὴν ἀκμὴν ἐλαχίστη. λέγει δ᾽ οὕτως:
”
τίς φύσις οὔθ᾽ ὅσα γαῖα φέρει τροφὸς οὔτε ὅσα
πόντος
οὔτε βροτοῖσιν ἔχει γυίων αὔξησιν ὁμοίαν,