ὑγρασίαι δὲ ἀπὸ τῆς τροφῆς συμβαίνουσι. βελτίω δ᾽ ἐστὶν ἑψόμενα, τῆς δὲ κοιλίας ἐστὶν ἀνωμάλως ὑπακτικά, τὰ δὲ καλούμενα πετραῖα, κωβιοὶ καὶ σκορπίοι καὶ ψῆτται καὶ τὰ ὅμοια, τοῖς τε σώμασιν ἡμῶν ξηράν τε δίδωσι τροφὴν εὔογκα δ᾽ ἐστὶ καὶ τρόφιμα καὶ πέττεται ταχέως καὶ οὐκ ἐγκαταλείπει περιττώματα πολλά πνευμάτων τε οὔκ ἐστι περιποιητικά, γίνεται δ᾽ εὐπεπτότερον ἅπαν ὄψον ταῖς σκευασίαις ἁπλῶς ἀρτυθὲν τὰ δὲ πετραῖα καὶ τῇ ἡδονῇ ἁπλῶς σκευασθέντα. τούτοις δ᾽ ὅμοιόν ἐστι γένος τὸ καλούμενον μαλακόσαρκον, κίχλαι καὶ κόσσυφοι καὶ τὰ ὅμοια, ἐστὶ δὲ ὑγρότερα μὲν ταῦτ᾽ ἐκείνων, πρὸς δὲ τὰς
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.