Ἔφιππος:
ὃς ἂν εἰς ἑτέραν ληφθῇ δ᾽ ἀποστέλλων πόλιν
κἂν κύαθον, ἱερὰν ἐγγράφων τὴν οὐσίαν.
Ἀντιφάνης:
φιλῶ γε πράμνιον οἶνον Λέσβιον.. :.
πολλὴ δὲ Λεσβία σταγὼν ἐκπίνεται
ἄγαν.
Εὔβουλος:
πάρεστιν ὄψον χρηστόν, ἐπαγωγὸν πάνυ,
οἶνός τε Θάσιος καὶ μύρον καὶ στέμματα,
ἐν πλησμονῇ γὰρ Κύπρις, ἐν δὲ τοῖς κακῶς
πράσσουσιν οὐκ ἔνεστιν Ἀφροδίτη βροτοῖς. [p. 126]
μέμνηται δὲ οὗτος καὶ ψιθίου οἴνου:
Θάσιον ἢ Χῖον λαβὼν
ἢ Λέσβιον γέροντα νεκταροσταγῆ:
καὶ Ἀναξανδρίδης: ‘ χοῦς κεκραμένος ψιθίου.’ 52.
οἶνον γάρ με Ψίθιον γεύσας
ἡδὺν ἄκρατον, διψῶντα λαβὼν
ὄξει παίει πρὸς τὰ στήθη.