”
οἷν μεταλαμβάνων ἀεὶ θάτερον ἐξελαύνω
εἰς ἀγοράν. ἐκεῖ δ᾽ ἐπειδὰν κατίδω τιν᾽ ἄνδρα
ἠλίθιον, πλουτοῦντα δ᾽, εὐθὺς περὶ τοῦτον εἰμί.
κἄν τι τύχῃ λέγων ὁ πλούταξ, πάνυ τοῦτ᾽ ἐπαινῶ
καὶ καταπλήττομαι δοκῶν τοῖσι λόγοισι χαίρειν.
εἶτ᾽ ἐπὶ δεῖπνον ἐρχόμεσθ᾽ ἄλλυδις ἄλλος ἡμῶν
μᾶζαν ἐπ᾽ ἀλλόφυλον, οὗ δεῖ χαρίεντα πολλὰ
τὸν κόλακ᾽ εὐθέως λέγειν ἢ ' κφέρεται θύραζε.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.