Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ μή τι θεοῖσιν ἐχθροί.’ ἐν δὲ τῇ ὀγδόῃ καὶ εἰκοστῇ ὁ αὐτὸς Φύλαρχος Ἀντιγόνου τοῦ κληθέντος Ἐπιτρόπου τοὺς Λακεδαιμονίους ἑλόντος κόλακα γενέσθαι Ἀπολλοφάνη τὸν εἰπόντα τὴν Ἀντιγόνου τύχην ἀλεξανδρίζειν.
59. Εὔφαντος δ᾽ ἐν τετάρτῃ ἱστοριῶν Πτολεμαίου φησὶ τοῦ τρίτου βασιλεύσαντος Αἰγύπτου κόλακα γενέσθαι Καλλικράτην, ὃς οὕτω δεινὸς ἦν ὡς μὴ μόνον Ὀδυσσέως εἰκόνα ἐν τῇ σφραγῖδι περιφέρειν, ἀλλὰ καὶ τοῖς τέκνοις ὀνόματα θέσθαι Τηλέγονον
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.