Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὅταν οὕτως λέγῃ
ἀλλ᾽ οὐ λάβρακας καταφαγὼν Μιλησίους κλονήσεις.
ἐν δὲ Λημνίαις,
ου᾽ κρανίον λάβρακος, οὐχὶ κάραβον πρίασθαι,
ὡς διαφόρου ὄντος τοῦ τῶν λαβράκων ἐγκεφάλου καθάπερ καὶ τοῦ τῶν γλαύκων,
καὶ Εὔβουλος δ᾽ ἐν Τιτθαῖς φησι:
μὴ πολυτελῶς, ἀλλὰ καθαρείως: ὅ τι ἂν ᾖ
ὁσίας ἕνεκα, σηπίδια ἢ τευθίδια
πλεκτάνια μικρά πουλύποδος, νῆστίν τινα,
μήτραν, χόρια, πῦον, λάβρακος κρανίον
εὐμέγεθες.
ὁ δὲ Γαίσων οὗ Ἀρχέστρατος μνημονεύει ἡ